# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.754

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.754

Καὶ τούτου πάνθ' εὑρήσεις ἀπ' ἀρχῆς τά τε συμπτώματα καὶ τὰ σημεῖα θανατώδη γενόμενα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο, προσθεὶς τῇ τῆς δεκάτης ἡμέρας διηγήσει, καθ' ἣν ἀποθανεῖν αὐτὸν ἔφη, ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. καὶ γὰρ ὁ θάνατος ὑποπέπτωκε τῷ γενικῷ σημαινομένῳ τῆς κρίσεως, ὡς ἐδείχθη. πεφύλακται δὲ κἀπὶ τούτου τοῦ ἀρρώστου τὸ τὰς κρίσεις γίνεσθαι τοὐπίπαν, ἐν αἷς οἱ πόνοι μείζους· ἐν ἀρτίαις γὰρ αὐτῶν γενομένων ἠκολούθησε καὶ ὁ θάνατος ἐν ἀρτίᾳ. γέγραπται δ' ἐν τῇ διηγήσει τῶν συμβάντων αὐτῷ δύο ταῦτα δεόμενά τινος ἐξηγήσεως. ἔστι δ' αὐτῶν τὸ μὲν ἕτερον περὶ τῆς ἀναπνοῆς, <τὸ δ' ἕτερον περὶ τῆς φωνῆς.> βραχύπνους μὲν γὰρ ἐν τῇ τῆς δευτέρας ἡμέρας διηγήσει γέγραπται, λεπτὸν δὲ πνεῦμα καὶ μινυθῶδες ἔχειν ἐν τῇ τῆς ὀγδόης. ἔμαθες δ' ἔν τε τῷ πρώτῳ Περὶ δυσπνοίας κἀν τῷ δευτέρῳ τῶν εἰς τὸ Προγνωστικὸν ὑπομνημάτων, ἔνθα τὴν ῥῆσιν ἐξηγούμην τήνδε· "πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν", ὡς ἐστὶ τὸ σμικρὸν ἅμα καὶ |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
