# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.757

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.757

πάλιν τάδε γράφει· ὀγδόῃ | πρωὶ μὲν ἐκοιμήθη μικρά, ταχὺ δὲ ψῦξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ἔνθα μοι καὶ τούτῳ πρόσσχες τὸν νοῦν, <ὅτι>, ὁπηνίκα κατεψύχθη μετὰ τῆς κακοπνοίας, καὶ τὴν ἀφωνίαν αὐτῷ γεγονέναι φησί, καὶ αὐτὴν εἰωθυῖαν πολλάκις ἐπὶ νεκρώσει τῆς φύσεως γίγνεσθαι. καὶ κατὰ τὴν τετάρτην <δ'> ἡμέραν ἡνίκα γράφει· ψῦξις, ἄναυδος, ἄφωνος, ἐπὶ τὸ χεῖρον, ἐμφαίνει διὰ τῆς ἐπὶ τὸ χεῖρον προσθήκης καὶ τότε βραχύπνουν αὐτὸν γεγονέναι. καταλείπεται τοίνυν ἔτι τοῦθ' ἡμῖν ἐξηγήσασθαι, διὰ τί προειπὼν ἄναυδος ἐπήνεγκεν ἄφωνος. ἔστι δὲ καὶ τούτου λόγος τοιοῦτος· τὴν αὐδὴν οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ φαίνονται καλοῦντες οὔτ' ἐκεῖνο τὸ εἶδος αὐτῆς μόνον, ὅσον ἐκπέμπεται κατὰ προαίρεσιν τοῦ ζῴου διὰ τοῦ στόματος, ἐν ᾧ περιέχεται καὶ τὸ κλαίειν καὶ τὸ συρίττειν, οἰμώζειν τε καὶ βήττειν ὅσα τἄλλα τοιαῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνήν, καθ' ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν ὀνομάζουσιν. οὕτω γοῦν καὶ ὁ ποιητής, ἡνίκ' ἐποίησε τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
