# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.761

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.761

συμβαίνει θεασαμένοις ὕδωρ φοβηθῆναι κἀντεῦθεν ἤδη διὰ ταχέων ἀπολέσθαι, πολλῷ μὲν αὐξανομένης χρόνῳ τῆς τὴν λύτταν ἐργαζομένης αἰτίας, ὅταν δ' ἅπαξ εἰς τοῦτ' ἀφίκηται, ταχὺν ἐπιφερούσης τὸν θάνατον. σχεδὸν οὖν κἀπὶ τῆς νῦν εἰρημένης φρενίτιδος ἠθροίζετό τις ἐν τῷ σώματι μοχθηρὸς χυμὸς ἰῷ δηλητηρίῳ παραπλήσιος, ἐνεργῶν μέντοι κατὰ βραχὺ τοῖς σώμασιν, οἷς ὁμιλῶν ἐτύγχανεν. ἐπεὶ δ' ἐκεῖνα προδιετίθετό πως ὅ τε χυμὸς αὐτὸς ἐπὶ πλεῖστον ηὐξήθη κακοηθείας, ἐξαιφνίδιον ἐφάνη θανατῶδες σύμπτωμα. καὶ γάρ τοι καὶ τῷ φρενιτικῷ τούτῳ κατὰ τὴν ἀρχὴν εὐθέως ἔμετος ἰωδῶν ἐγένετο, πυρετοῖς ἑπόμενος ὡς τὸ πολὺ διακαέσιν. ὥσπερ οὖν ὑπὸ τῶν θανασίμων φαρμάκων ἀποθνῄσκουσιν ἔνιοι δευτεραῖοι καὶ τριταῖοι, τῆς ποιότητος αὐτῶν, οὐ τοῦ πλήθους, ἐργαζομένης τὸν θάνατον, οὕτω καὶ τὸν ἄρρωστον τοῦτον εὐθέως ἀποθανεῖν ἡγητέον τῇ τρίτῃ τῶν ἡμερῶν ὑπὸ τῆς ποιότητος τῶν ἰωδῶν χυμῶν, οὐχ ὑπὸ τῆς φρενίτιδος διαφθαρέντα, παρακολουθῆσαι δὲ αὐτῇ τὴν φρενῖτιν ὥσπερ τι σύμπτωμα. τεταρταίους

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
