# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.764

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.764

ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον. οὕτω γὰρ ἐξέσται σοι μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρινομένοις τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρήσασθαι μερῶν. εἰ δὲ πρὸ τοῦ κενῶσαι τοῦτο πράξεις, ἀποστρέψεις εἰς τὰ κυριώτατα μέρη τὸ πλῆθος. οὐ μὴν οὐδὲ θερμαίνειν τε καὶ παρηγορεῖν ἔστι θαρρούντως τὰ πονούμενα μόρια, πρὶν κενῶσαι τὸ σῶμα. πολλάκις γὰρ ἅπαν εἰς τὸ πεπονθὸς ἐκ τῶν τοιούτων βοηθημάτων ἕλκεται τὸ πλῆθος, ὡς καθ' ἕτερον τρόπον ἐν κινδύνῳ γενέσθαι τὸν ἄνθρωπον, ἀμέτρως φλεγμήναντος τοῦ μέρους. εἴρηκε δὲ καὶ αὐτός, ὡς ἔμαθες ἤδη, περὶ τῶν τοιούτων ἀποστάσεων, ἃς ἤτοι μὴ δύναται δέξασθαι τὸ μέρος ἢ δεξάμενον μὴ φέρειν. ἐὰν μὲν οὖν ἐκ τῆς προηγησαμένης διαίτης ἐμφαίνηται μηδὲν εἶναι πλῆθος ἐν τῷ σώματι, τοῖς πρὸς τὰς ὀδύνας βοηθήμασιν ἀκίνδυνον χρῆσθαι πυρίαις τέ τισι καὶ φαρμάκοις ὑγροῖς καὶ θερμοῖς τὴν δύναμιν, ὧν τὴν ὕλην ἐν τοῖς περὶ τῶν φαρμάκων ὑπομνήμασιν ἔμαθες. εἰ δὲ πρὸς τούτων μὴ παύοιτο, κενωτέον ἐστὶν ὅλον τὸ σῶμα. πολλάκις γὰρ ἤθροισταί τι πλῆθος ἐν αὐ|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
