# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.768

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.768

Ἕβδομος ἄρρωστος. Ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱρῆς ὁδοῦ, πυρετὸς ὀξύς, καυσώδης ἔλαβεν· καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ὀγδόου ἀρρώστου. Αὕτη φαίνεται πληθωρικῶς νοσῆσαι, καὶ ὅσον γ' ἐπὶ τοῖς ἀπ' ἀρχῆς αὐτῇ προσπεσοῦσι κἂν ἔδεισέ τις ὡς ὑπὲρ τεθνηξομένης. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιστον σημεῖον ἐπὶ τοῖς πληθωρικῶς νοσοῦσιν. ἐπεὶ δ' οὐκ ἦν παχέα, χρονιωτέραν ἐδήλου τὴν νόσον ἔσεσθαι. φαίνονται δὲ ὥσπερ ἐπὶ πάντων τῶν ἀρρώστων οὕτω κἀνταῦθα τῶν κρισίμων ἡμερῶν περίοδοι σῴζεσθαι. καὶ μέντοι καὶ ἡ φύσις ἐν <ταῖς> αὐταῖς φαίνεται κρίσιμα σημεῖά τε καὶ συμπτώματα προδεικνύουσα. Ὄγδοος ἄρρωστος. Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηικίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχής, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ἐνάτου ἀρρώστου. Ἐπὶ τούτου μόνου τοῦ ἀρρώστου τῶν ἐν τῷ πρώτῳ τε καὶ τῷ τρίτῳ βιβλίῳ γεγραμμένων [ἀρρώστων] ἐμνημόνευσε φλεβο|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
