Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.771
Not analysed yet
τομίας ὁ Ἱπποκράτης, οὐχ ὡς μόνου φλεβοτομηθέντος, ἀλλ' ὡς κατὰ τὴν ὀγδόην ἡμέραν μόνου καὶ τῶν ἰατρῶν ὥσπερ ἐκ νόμου τινὸς οὐκέτι μετὰ τὴν τετάρτην ἡμέραν φλεβοτομούντων. ὅπου τοίνυν οὗτος ὀγδοαῖος ἐφλεβοτομήθη, πολὺ δήπου μᾶλλον ἄλλους ἡγητέον δεομένους φλεβοτομίας ἐπὶ <τῆς> δευτέρας καὶ τρίτης καὶ τετάρτης κεχρῆσθαι τῷ βοηθήματι. παρέλιπε δὲ ὁ Ἱπποκράτης ※※※,ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων βοηθημάτων, ἐφ' ὧν ἀναγκασθεὶς ἐνίοτε γράφει μηδὲν αὐτοὺς ὑπὸ τῶν προσφερομένων ὠφελῆσθαι χάριν τοῦ τὴν κακοήθειαν ἐνδείξασθαι τοῦ νοσήματος. οὐ γὰρ θεραπευτικὴν αὐτῷ προὔκειτο ταύτην γράψαι <τὴν> πραγματείαν, ἀλλὰ προγνωστικήν. ἐπί τινων δ' οὐκ ἀπ' ἀρχῆς φαίνεται παραγεγονὼς τοῖς ἀρρώστοις. ἐνίοτε γοῦν προσγράφει· "τούτῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, τόδε καὶ τόδε συνέπεσεν." ἥτις δ' ἔσται τοῖς ἀναγνοῦσι κατὰ τοῦτον τὸν ἄρρωστον ὠφέλεια, δέδεικταί μοι διὰ τοῦ πρώτου Περὶ κρίσεων, ἔνθα πῶς μὲν ἄν τις γνωρίσειε τὸ τελέως ἄπεπτον νόσημα, πῶς δὲ τὸ τοῦ πέττεσθαι νυνὶ πρῶτον ἀρχόμενον, πῶς δὲ τὸ προῆκον ἐν τῇ πέψει καὶ πῶς τὸ πλη|