# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.772

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.772

σίον ἤδη τῆς τελείας πέψεως ἐπειράθην ἐπιδεῖξαι σαφῶς. ὁ γὰρ Ἀναξίων οὗτος, μέχρι μὲν οὗ βήττων ἦν, οὐδὲν δ' ἀπέπτυεν ὅλως, ἀπεπτοτάτην εἶχε τὴν πλευρῖτιν. τῇ δ' ἑπτακαιδεκάτῃ τῶν ἡμερῶν πτύειν ἀρξάμενος ἐδήλωσε πέττεσθαι τὴν νόσον. ἔπειτα <δὲ> κατὰ βραχὺ τῷ χρόνῳ προιόντι <τὴν πέψιν ηὔξησεν, ὥστε> κατὰ τὴν εἰκοστὴν ἑβδόμην οὕτως ἔγραψεν ὁ Ἱπποκράτης· ἀνῆγε πέπονα πολλά, οὔροισιν ὑπόστασις <πολλὴ> λευκή, καὶ διὰ τοῦτο τελέως ἐκρίθη τῇ τριακοστῇ τετάρτῃ. Ἔνατος ἄρρωστος· Ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ἐπιπόνως εἶχεν ὀρθοστάδην, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ δεκάτου ἀρρώστου. Οὗτος ὁ ἄνθρωπος ἄξιος μνήμης ἐξαρκέσας νοσήματι χαλεπῷ διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως· ἀδύνατον γὰρ ἄλλως ἀντισχεῖν ἰσχυρῷ πάθει. καὶ πάντως ἦν ἐν τοῖς σφυγμοῖς αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ φύσιν σῳζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι τὸ μέρος τοῦτο τῆς ἐπὶ τῶν πυρεττόντων προγνώσεως Ἱπποκράτει. φαίνεται δ' οὖν τῷ κάμνοντι καὶ τὰ περὶ τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην ἔχοντα δύναμιν εἰς σωτηρίαν, ὡς αὐτὸς ἐδίδαξεν. ὁ πυρετὸς δ' ἐν ἀρχῇ μὲν ὀξὺς εἰσέβαλεν, ἐξελύθη δ' αὐτοῦ κατὰ τὸν ἐφεξῆς χρόνον ἡ ὀξύτης. ἔγραψε γοῦν ἐπ' αὐτοῦ· πυρετοὶ ἄλλοτε ἀλλοίως παροξυνόμενοι, τὰ πλεῖστα ἀτάκτως. ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι σημεῖον, ἡ τῶν οὔρων λεπτότης τε καὶ μελανότης. διὸ καὶ πολλῷ χρόνῳ μόγις ἐκράτησεν ἡ φύσις τοῦ νοσήματος, αἱμορραγίαν |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
