Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.775
Not analysed yet
τε κινήσασα κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν ἐκ τῶν κρισίμων οὖσαν ἰσχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργασαμένη μετὰ ταῦτα. δεῖται γὰρ ἀεὶ τὰ μεγάλα τῶν νοσημάτων καὶ τῶν κρινόντων αὐτὰ γενναίων, ἀλλ' οὐδ' ἐπὶ τούτοις ἐπαύσατο τελέως ἡ νόσος. περὶ δὲ τὴν ὀγδοηκοστὴν ἡμέραν ἐφάνη σημεῖα πεττομένης αὐτῆς διὰ τῶν οὔρων, ἐφ' οἷς κατὰ βραχὺ μέχρι τῆς ἑκατοστῆς <εἰκοστῆς> πεφθεῖσα τὴν παντελῆ λύσιν ἐποιήσατο. Δέκατος ἄρρωστος. Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πυρετὸς ἔλαβε, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τοῦ ια ἀρρώστου. Αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο γράψας· οἱ παροξυσμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃσι. διὰ τοῦτ' οὖν ἐκρίθη κατὰ τὴν εἰκοστὴν τετάρτην ἡμέραν ἱδρῶτι. τὰ δὲ κατὰ μέρος ὁ μεμνημένος ἁπάντων, ὧν ἔμπροσθεν ἐξηγησάμην ἔν τε τούτῳ τῷ βιβλίῳ καὶ τοῖς πρὸ αὐτοῦ δυσὶ καὶ πρὸ τούτων τῷ Προγνωστικῷ τε καὶ Προρρητικῷ, δυνατὸς ἂν εἴη πάντ' ἐξευρίσκειν αὐτός. |