# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.778

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.778

Τί ἡ δυσάνιος φωνὴ σημαίνει, Κριτίας ἐδήλωσε γράψας ὧδε· "δυσάνιος δ' ἐστίν, ὅστις καὶ ἐπὶ τοῖς μικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι <ἢ> πλείω χρόνον." ἦν <δ' ἄρ'> ἀνιαρὰ ἢ σκυθρωπὸς ἥδε ἡ νῦν ὑφ' Ἱπποκράτους εἰρημένη δυσάνιος, παραμεινάσης αὐτῇ τῆς λύπης ἐπὶ πλείονα χρόνον, ὅπερ πάλιν μετ' ὀλίγον ἐπὶ τῆς ἐν Κυζίκῳ τὰς διδύμους θυγατέρας τεκούσης ἔφη· "σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη." θαυμάζω γε μήν, πῶς οὐ προσέγραψεν ἐπὶ τῆς γυναικὸς ταύτης ἤτοι γε ἐπεσχῆσθαι τὰ καταμήνια παντάπασιν ἢ μὴ τελέως γεγονέναι. φαίνεται γὰρ ὀξέως τε ἅμα καὶ πληθωρικῶς νοσῆσαι καὶ τῇ τρίτῃ τῶν ἡμερῶν εἰς νύκτα δι' ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίσεως. ἀλλὰ καὶ μετὰ τὴν κρίσιν ἐκκενωθέντα πολλὰ βέβαιον εἰργάσατο τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοσήματος. ἡ δὲ τῶν οὔρων χροιὰ καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάσατο, διότι καταμηνίων ἐπίσχεσις ἦν μελαγχολικωτέρων, ἐφ' οἷς εἰκότως ἡ γυνὴ δυσάνιος ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουσεν ἐν μέρει ποτὲ καὶ κωματώδης γενομένη.

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
