# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.786

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.786

μα, διὸ κατ' ἀρχὰς μὲν ἦν σιγῶσα καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη, μετὰ δὲ ταῦτα παρεφρόνησε σφοδρῶς, ὡς ἐκμανῆναι, ἀλλὰ καὶ διὰ τὴν δυστοκίαν φλεγμηνάσης τῆς μήτρας ὁ πυρετὸς ηὐξήθη. δῆλον δ', ὅτι τῆς κακοχυμίας ἐπὶ τὴν κεφαλὴν ἀνενεχθείσης ἥ τε παραφροσύνη μανιώδης ἐγένετο καὶ οἱ σπασμοὶ συνηκολούθησαν. αἱ δὲ τῶν κρισίμων ἡμερῶν περίοδοι σῴζονται κἀνταῦθα, καθάπερ ἐπὶ πάντων τῶν ἀρρώστων. εἰ δέ πού τι φανείη σπανίως διαφθειρόμενον, ἐκεῖνο μόνον ἐπισημανοῦμαι. Πεντεκαιδέκατος ἄρρωστος. Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης ἐκ λύπης ἔλαβε· καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ἑξκαιδεκάτου ἀρρώστου. Ἐξ ἀρχῆς αὕτη φαίνεται φρενιτικὴ γενομένη. χαλεπώταται δ' εἰσίν, ὡς καὶ πρόσθεν εἶπον, αἱ τοιαῦται φρενίτιδες καὶ τάχιστα πάντας, οἷς ἂν γένωνται, διαφθείρουσιν. ἀλλὰ νῦν γε <παραδ>όξως αὕτη μέχρι τῆς εἰκοστῆς πρώτης ἡμέρας ἐξήρκεσεν ἴσως, ὅτι μετρίως ἐπύρεξεν. καὶ διὰ τοῦτ' ἐπεσημήνατο κατὰ ταύτην τὴν ἄρρωστον μόνην γράψας·

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
