# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.788

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.788

πυρετοὶ | πρὸς χεῖρα λεπτοί. καὶ φαίνεταί γε τὸ τῆς παραφροσύνης εἶδος αὐτῇ μικτὸν ἐκ μελαγχολίας καὶ φρενίτιδος γεγονέναι. τὸ γὰρ ἢ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος ἐνδεικτικόν ἐστι τῆς τοιαύτης μίξεως. οὐκ οἶδα δ', ὅπως οἱ ἐξηγηταὶ τοῦ Ἱπποκράτους οὐδὲν ἔγραψαν ὑπὲρ τῆς λέξεως, ἐν ᾗ φησι· πνεῦμα ἀραιόν, <μέγα> [ὅπερ οὐχ ἕτερόν ἐστι τοῦ] διὰ χρόνου, καὶ φαίνεται δὲ ἐφεξῆς ταὐτὸν εἰρηκώς. μή τι οὖν· ἤτοι τῆς ἀραιότητος ἐπίτασιν δηλῶσαι βουληθεὶς τὸ διὰ χρόνου προσέγραψεν, ὡς εἰ καὶ οὕτως εἰρήκει· "διὰ πάνυ πολλοῦ χρόνου" (καὶ γὰρ σύνηθές ἐστιν ἐνίοτε παραλιπεῖν τὸ πολλοῦ καὶ μόνῳ χρήσασθαι τῷ διὰ χρόνου), ἢ μὴ συνεχῶς, ὥσπερ ἐπ' ἄλλων, ἀλλὰ μηδ' ὡς τὸ πολὺ τὴν ἄνθρωπον τοιοῦτον ἀναπεπνευκέναι δι' ὅλης τῆς νόσου φαίνεται δηλοῦν. ἐπιφέρων γοῦν ἐρεῖ καὶ πάλιν βραχύπνοος, ἐνδεικνύμενος κἀνταῦθα, καθάπερ ἔμπροσθεν, ἐκ καταψύξεως οὐ μόνον μικρόν, ἀλλὰ καὶ διὰ πολλοῦ τὴν ἄνθρωπον ἀναπνεῖν, ὅπερ ὄντως ἐστὶ βραχὺ πνεῦμα. τὸ γὰρ ἀραιὸν καὶ μέγα, καθόσον μὲν ἀραιόν ἐστιν, ἧττον ὑπάρχει τοῦ πυκνοῦ τε ἅμα καὶ με|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
