Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.789
Not analysed yet
γάλου, καθόσον δὲ μέγα, πλέον ἐστὶ ταύτῃ τοῦ μικροῦ καὶ ἀραιοῦ. κατ' ἄμφω τοίνυν μικρὸν ἔσται τὸ βραχὺ καὶ ἀραιόν. καὶ φαίνεταί γε μήν, ὥσπερ καὶ ※※ἐν καταψύξει τοιαύτῃ γεγονέναι τὸ γύναιον, ἐν οἵᾳ καὶ αἱ τῇ ἀπνοίᾳ καταλαμβανόμεναι γίνονται. γράφει γοῦν ἐπ' αὐτῆς· εἰκοστῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη, <ἄφωνος,> βραχύπνοος. ἡ δ' ἀφωνία τοὐπίπαν ἅμα βραχεῖ καὶ ἀραιῷ γίγνεται πνεύματι. ἀλλὰ τό γε διὰ χρόνου μετὰ τοῦ ἀραιὸν γεγραμμένον ἀντὶ τοῦ διὰ πάνυ πολλοῦ σε δέξασθαι χρή. τὸ γὰρ ἐν ὀλίγῳ τῆς νόσου χρόνῳ σημαίνειν οὐ δύναται, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως προσγράψας· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα. τὸ γὰρ διὰ τέλεος εἴωθε λέγειν ἀντὶ τοῦ δι' ὅλης τῆς νόσου μέχρι τῆς τελευτῆς. ὥσπερ δὲ τοῦτο τὸ διὰ τέλεος οὕτω καὶ τόδε φησίν· ἀεὶ περιεστέλλετο, <ἢ> λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος. τὸ μὲν γὰρ λόγοι πολλοὶ φρενιτικόν, τὸ δὲ σιγῶσα μελαγχολικόν, τὸ δὲ περιεστέλλετο κοινὸν ἀμφοῖν, εἰ μή πως ἄρα καὶ διὰ τὴν κατάψυξιν ἐνίοτε περιεστέλλετο. |