# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.791

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.791

Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουσι καὶ τὴν ἀρχὴν αὐτῶν, τὸν ἐγκέφαλον. τὰ δ' ἀφροδίσια καὶ αὐτὰ μὲν ἱκανῶς λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἀραιοτέραν ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίσας πλῆθος ὁ νεανίσκος οὗτος εἰκότως ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενος ὕστερον εἰς φρενῖτιν ἀκριβῆ περιέστη. γενέσθαι δ' αὐτὴν ἐδήλου τό τε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόσμιόν τε καὶ σιωπηλὸν ὄντα τὸν νοσοῦντα παρακροῦσαι μέτρια. τοῖς μὲν γὰρ κούφοις καὶ ταραχώδεσιν ἀνθρώποις ἐπὶ σμικραῖς προφάσεσιν αἱ παραφροσύναι γίνονται, τοῖς δ' ἐναντίοις τὸ ἦθος ἐπὶ μεγάλαις αἰτίαις. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι τὸ διὰ χρόνου προσέγραψε, κατὰ τὸν ἔμπροσθεν ἄρρωστον ἐπεσκεψάμεθα. καὶ μέντοι καὶ περὶ τῶν καθ' ὑποχόνδρια παλμῶν ἐν ἄλλοις τε κἀν <τοῖς εἰς> τὸ Προγνωστικὸν διῆλθον, ὥσπερ καὶ τῆς ὑπολαπάρου καθ' ὑποχόνδριον ἐντάσεως, ὅτι τὴν χωρὶς ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων, ἐν διαθέσει δέ τινι γιγνομένων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
