Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.793
Not analysed yet
<ΓΑΛΗΝΟΥ> ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ <ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ Οὐκ οἶδ' ὅπως καὶ τοῦτο τὸ βιβλίον, ὥσπερ καὶ ἄλλο τι τῶν τοῦ> Ἱπποκράτους συγγραμμάτων ἐλυμήναντο πολλοὶ τῶν ἐξηγητῶν ἄλλος ἄλλως, ὡς ἕκαστος ἤλπισε πιθανῶς ἐξηγήσασθαι, τὴν κατὰ τοῦτο λέξιν ὑπαλλάττων, ὥστε ἠναγκάσθην ἐγὼ διὰ τοῦτο τά τε παλαιότατα τῶν ἀντιγράφων ἐπιζητῆσαι τά τε ὑπομνήματα τῶν πρώτων ἐξηγησαμένων τὸ βιβλίον, ἐν οἷς καὶ Ζεῦξίς ἐστι <καὶ> |