Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.800
Not analysed yet
εἰρῆσθαι νῦν ἀρκέσει. τῶν δὲ χρησίμων ἀρκτέον ἤδη, τοσοῦτον ἐπισημηναμένους, ὡς ταύτην τὴν ῥῆσιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἐν τῇδε τῇ λέξει γράφουσιν· "ὁκόσῃσιν ἀπὸ φθορῆς περὶ ὑστέρας καὶ οἰδημάτων εἰς καρηβαρίας τρέπεται", φθοράν, οὐκ ἀποφθορὰν βουλόμενοι δηλονότι τὴν ἄμβλωσιν ὀνομάζειν. οἱ δὲ προστιθέντες τὴν ἐξ πρόθεσιν ἀποφθορὰν δηλονότι αὐτὴν ἐβουλήθησαν καλεῖσθαι. φαίνεται μὲν οὖν καὶ οὕτω πολλάκις ὀνομάζων Ἱπποκράτης, εἰ μέντοι καὶ νῦν, ἄδηλον. ὥσπερ δ' ἐν τούτῳ, κἂν διαφερόντως γράφωσι, τὴν αὐτὴν τοῦ λόγου φυλάττουσι διάνοιαν, οὕτω κἀν τῷ περὶ ὑστέρας πληθυντικῶς ἢ ὑστέρην ἑνικῶς ἢ καρηβαρίην <ἑνικῶς> ἢ καρηβαρίας πληθυντικῶς οὐχ ὑπαλλάττουσι τὴν τοῦ λόγου διάνοιαν. ὅθεν ἐγὼ [Γαληνὸς] παρῃτησάμην καὶ τοιαύτας ἐν τῇ λέξει διαφωνίας κρίνειν, ὅσαι τῶν δηλουμένων πραγμάτων οὐδὲν ὑπαλλάττουσι. τὸ γοῦν λεγόμενον ὑφ' Ἱπποκράτους τοιοῦτόν ἐστιν· αἷς ἂν γυναιξὶν ἐπὶ |