# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.801

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.801

διαφθορᾷ τῶν ἀμβρύων οἰδήματα ἐχούσαις ἐν τῇ μήτρᾳ κατὰ συμπάθειαν ἀκολουθήσῃ καρηβαρία, ταύταις κατὰ τὸ βρέγμα γίγνεσθαι τὴν ὀδύνην. ὡσαύτως δὲ καὶ τὰς ἄλλας καρηβαρίας, ὅσαι διὰ τὰ τῆς μήτρας πάθη γίνονται, κατὰ τὸν αὐτὸν λόγον † ἐρειδούσας ἔχειν τὰς ὀδύνας εἰς τὸ βρέγμα.’ πρῶτον μὲν οὖν ἀναγκαῖόν ἐστιν ἐπισκέψασθαι, τί ποτε σημαίνει τὸ τοῦ οἰδήματος ὄνομα. φαίνεται γὰρ ὁ Ἱπποκράτης ἀεί, καθότι δέδεικται πολλάκις, ἅπαντας τοὺς παρὰ φύσιν ὄγκους οὕτως ὀνομάζων, ἐάν τε ἀνώδυνοι καὶ σκληροὶ τυγχάνωσιν ὄντες, οὓς ὀνομάζουσιν ἰδίως σκίρρους, ἐάν τε ὀδύνην ἔχωσιν, οὓς ὀνομάζουσιν ἰδίως φλεγμονάς, ἐάν τε ἀνώδυνοί <τ'> ὦσι καὶ χαῦνοι, καλοῦσι δὲ μόνους τούτους οἰδήματα. νυνὶ μέντοι φαίνεται τοιούτων οἰδημάτων μνημονεύων, ὅσα γε χρονίσαι δύναται καὶ καρηβαρίαν ἐργάσασθαι, τουτέστι τῆς κεφαλῆς <βάρος>. ὅτι μὲν οὖν ἐπὶ ταῖς διαφθοραῖς τῶν ἐμβρύων εἴωθε γίνεσθαι τοῦτο, τὸ φαινόμενον αὐτὸ μαρτυρεῖ. τίς δ' ἐστὶν ἡ αἰτία τοῦ μᾶλλον τῶν ἄλλων τῆς κεφαλῆς μερῶν ὀδυνᾶσθαι τὸ βρέγμα πειρα|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
