# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.811

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.811

μῆνας ἀριθμεῖν ἀξιοῦσι, τὴν ὑστέραν φασὶν εἰθίσθαι κακοπαθεῖν ἐν δυσὶ τούτοις χρόνοις, ὀγδόῳ καὶ δεκάτῳ μηνί· κατὰ μὲν γὰρ τὸν ὄγδοον μῆνα στρέφεσθαι τὸ ἔμβρυον, ἀποκυίσκεσθαι δ' ἐν τῷ δεκάτῳ· καὶ νῦν οὖν ἐν ταῖς αὐταῖς προθεσμίαις τὴν τῶν λυπούντων ἀπόκρισιν ποιεῖσθαι δι' ἀποσκήμματος εἰς χωρίον πλησίον τε κείμενον καὶ δέξασθαι τὰ πεμπόμενα δυνάμενον. ὅσοι δ' ἀπὸ τοῦ τῆς συλλήψεως χρόνου κελεύουσιν ἀριθμεῖν, εὐλογώτερον εἶναί φασιν, ὡς, εἰ καὶ μηδεμία μεταξὺ φθορὰ περὶ τὸ ἔμβρυον ἐγεγόνει, νεωτέραν ἄν τινα κίνησιν ἡ μήτρα περὶ αὐτὸ κατὰ τοὺς χρόνους τούτους ἔσχεν ἢ στρεφόμενον ἢ ἐκκρινόμενον, οὕτω καὶ νῦν ἴσχειν. ἑκάτεροι δ' ἁμαρτάνουσι τὰς κινήσεις τοῦ ἐμβρύου ταῖς ὑστέραις ἀνατιθέντες. εἴ τε γὰρ στρέφεται κατὰ τὸν ὄγδοον μῆνα, πάντως δήπου τὴν κίνησιν ταύτην ἐξ ἑαυτοῦ ποιεῖται, τήν τ' ἀποκύησιν, ὅταν κινούμενον ἰσχυρότερον ἀπορρήξῃ τινὰ τῶν περιεχόντων ὑμένων, λαμβάνει. τοῦτο γὰρ κἀν τῷ Περὶ παιδίου φύσεως εἴρηται κατὰ τήνδε τὴν λέξιν· "Ὅταν δὲ τῇ γυναικὶ ὁ τόκος |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
