# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.819

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.819

τε τῆς κατὰ ταῦτα δυνάμεως καὶ πλήθει τῆς ὕλης, ἐξ ἧς διεπλάσθησαν, ὅπερ ὑπάρξαι φασὶ καὶ Περικλεῖ τῷ Ἀθηναίῳ συνετωτάτῳ γενομένῳ. σκώπτεται γοῦν ὑπὸ τῶν κωμικῶν ἐπὶ μεγέθει κεφαλῆς. ἔτι δὲ μᾶλλον, ἐὰν καὶ τὸ κατὰ φύσιν σχῆμα φυλάττῃ καὶ τὸν αὐχένα κρατερὸν ἔχῃ καὶ τοὺς ὀφθαλμοὺς δεδορκότας δριμύ, γνωστέον ἄριστα διακεῖσθαι τὴν τοιαύτην κεφαλήν. αἱ δὲ φοξαὶ (καὶ γὰρ καὶ τούτων ἔφην τινὰς οὐκ εἶναι μεμπτάς) γίνονται μὲν ὑπαλλαττομένης κατά τι τῆς ἀρίστης διαπλάσεως, ἥτις ἔοικε προμήκει σφαίρᾳ τεθλιμμένῃ καθ' ἑκάτερον οὖς· ἤτοι δὲ λείπουσαν ἔχουσι τὴν κατ' ἰνίον ἢ μέτωπον ἐξοχὴν ἢ περαιτέρω τοῦ προσήκοντος ηὐξημένην. ὡς τὸ πολὺ μὲν οὖν [ἔφην], ὥσπερ τὴν μεγάλην, οὕτω καὶ ταύτας εὑρήσεις μεμπτάς. ἐν δὲ τῷ σπανίῳ γίνονται καὶ τούτων τινὲς ἀγαθαί, τῆς διαπλαττούσης δυνάμεως τὴν ὕλην, ἐξ ἧς ἐγεννήθη κυούμενος ὁ ἄνθρωπος, ἰσχυρᾶς ὑπαρχούσης, ὡς μὴ νικηθῆναι τῷ πλήθει τοῦ ῥυέντος ἐπὶ τὸ χωρίον αἵμα|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
