# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.831

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.831

κατὰ τὴν κοιλίαν τῶν νεφρῶν συνίστασθαι τοὺς λίθους, ἐν τῇ διεξόδῳ μόνῃ τῇ κατὰ τοὺς οὐρητῆρας ὀδυνᾶσθαί φασι τοὺς πάσχοντας. ὅσοι δὲ ἐν αὐτῇ τῇ σαρκὶ τῶν νεφρῶν, οὐκ ἐν μόναις ταῖς διεξόδοις, ἀλλὰ καὶ καθ' ὃν γίνονται χρόνον ἐνταῦθα καὶ καθ' ὃν εἰς τὴν κοιλίαν τῶν νεφρῶν διεξέρχονται. τοῦ δ' ἐν ταῖς σαρξὶν αὐτῶν συνίστασθαι τοὺς λίθους ἀνὰ λόγον τοῖς ἐπὶ τῶν ἀρθριτικῶν πώροις ἐπάγονται μάρτυρα τὴν ἐκ τοῦ Περὶ φύσεως ἀνθρώπου καὶ διαίτης λέξιν ἔχουσαν οὕτως· "ὁκόσοισι ψαμμοειδὲς ὑφίσταται ἢ πῶροι ἐν τοῖσιν οὔροισι τούτοισι τὴν ἀρχὴν φύματα ἐγένετο πρὸς τῇ φλεβὶ τῇ παχείῃ καὶ διεπύησεν, ἔπειτα δὲ <αὐτέων> οὐ ταχέως ῥαγέντων τῶν φυμάτων πῶροι † συνεστάθησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῶν φλεβῶν σὺν τῷ οὔρῳ εἰς τὴν κύστιν." αὕτη μὲν οὖν ἡ Ἱπποκράτειός ἐστι ῥῆσις. οὐκ ἀδύνατον δὲ ἑκατέρως γίνεσθαι τοὺς ἐν τοῖς νεφροῖς λίθους κατά τε τὸν ἀρτί<ως> εἰρημένον τρόπον καὶ τὸν ὀλίγον ἔμπροσθεν, καθ' ὃν ἐν ταῖς κοιλίαις αὐτῶν ἔφαμεν ἐξοπτώμενον ἐν τῷ χρόνῳ καὶ ξηραινόμενον |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
