# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.839

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.839

λαίειν ἢ παγκρατιάζειν ἢ σκάπτειν ἤ τι τοιοῦτον πράττειν ἕτερον, ἀλλ' ἅπασαν ἁπλῶς κίνησιν, ἥτις ἂν <ᾖ> ἱκανὴ διαπονῆσαι τὸ σῶμα κατὰ ἀναλογίαν τῆς θ' ἡλικίας καὶ τῆς ἕξεως καὶ τῆς ῥώμης τοῦ νεφριτικοῦ. ἀλλὰ καὶ τὸ μὴ ἐμπίπλασθαι κοινὸν ἁπάσης ἡλικίας καὶ σώματος ἕξεώς ἐστι παράγγελμα. τὰ δ' ἐφεξῆς τοῦδε τοῖς νέοις, ὡς αὐτὸς εἶπεν, ἁρμόττοντα γράφει λέγων ὧδε· τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, ἐλλεβορίζειν μέν, ἐὰν πάνυ χρόνιον ᾖ τὸ πάθος καὶ ὡς ἂν εἴποι τις μοχλείας δεόμενον (εἰς ταῦτα γὰρ ἐλλεβόρῳ χρώμεθα), φλεβοτομίαν δὲ ἐπὶ τῶν αἷμα πλέον ἢ παχὺ κατὰ τὰς φλέβας ἠθροικότων. εἰ δὲ ἀμφοῖν αὑτὸς ἄνθρωπος δέοιτο τῶν βοηθημάτων, εὔδηλόν ἐστιν ὡς ἀπὸ φλεβοτομίας ἀρκτέον ἐστίν. ἔμαθες δ', ὅτι τὰ μὲν ἄνω τοῦ ἥπατος μόρια τῆς ἀπ' ἀγκῶνος δεῖται φλεβοτομίας, τὰ δὲ κάτω <τῆς> ἀπὸ τῶν σκελῶν, ἐν ταῖς ἰγνύαις τεμνόντων ἡμῶν τὰς φλέβας ἢ πάντως γε παρὰ τὰ σφυρά. τὸ δ' ἐφεξῆς εἰρημένον οὐρητικοῖσι καθαίρειν ἐπὶ πάντων ἐστὶ χρήσι|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
