# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.845

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.845

τῶν ψυχόντων. ἔνιοι δὲ ψυχρὰς μὲν εἰρῆσθαί φασι τὰς βραχείας, θερμὰς δὲ τὰς μεγάλας, οὐ συνήθως τοῖς Ἕλλησιν ἀκούοντες τῶν σημαινομένων. ἐν τίνι δὲ τοῦ ἔτους ὥρᾳ ὁ Ἱπποκράτης ταῦτα ἔγραψεν ἀγνοοῦντες ἡμεῖς οὐδὲ περὶ τοῦ πότε συνέστησαν ἢ πῶς ἢ μέχρι πόσου παρέμειναν αἱ ὀδύναι δυνάμεθα σαφῶς εὑρεῖν. τὸ δ' οὖν <αἵματι δ' αἱ πλεῖσται δείκνυται> τὰς νεαρὰς μὲν αὐτῶν αἵματι γενέσθαι τοὐπίπαν ἐν ἴσῳ τῷ ὑφ' αἵματος θερμοῦ τε δηλονότι καὶ πολλοῦ, ἐπὶ δὲ τῶν παλαιῶν <τὸ αὐτὸν> μὴ προσθεῖναι τὸν χυμὸν ἐνδεικτικόν ἐστι τοῦ τὰς παλαιὰς ὑφ' ἑτέρου τινὸς χυμοῦ γενέσθαι, ψυχροῦ. καὶ τὰ ἀπὸ ἰσχίου δὲ ψυχρὰ γεγονέναι φησὶν αὐτοῖς, ἤτοι πάθη λέγων ἢ ἀλγήματα, ψυχροῦ δηλονότι καὶ <τοῦ> ταῦτα ἐργαζομένου χυμοῦ. θαυμάσαι δ' ἔστι πολλοὺς τῶν ἐξηγητῶν εἰς μὲν τὰς τοιαύτας ῥήσεις, ἐν αἷς οὐδὲν ἔστι βεβαίως εὑρεῖν, ἀναπόδεικτα γράφοντας πολλά, καθ' ἃς δ' ἀποδεῖξαί τι δυνατόν ἐστι καὶ χρησίμως εὑρεῖν, ἤτοι μηδὲν ὅλως |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
