# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.872

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.872

διαφορὰς τῶν πυρετῶν ὑποτετυπῶσθαι. πρώτας μὲν οὖν ἔγραψε τὰς κατ' αὐτὴν τὴν οἰκείαν τῶν πυρετῶν οὐσίαν, οὐσία δὲ αὐτῶν ἐστιν οὐ καθ' Ἱπποκράτην μόνον καὶ τοὺς ἀρίστους ἰατρούς, ἀλλὰ καὶ κατὰ τὴν κοινὴν πάντων ἀνθρώπων ἔννοιαν ἡ παρὰ φύσιν θερμασία, μάλιστα μὲν εἰς ὅλον ἐκτεταμένη τὸ ζῷον, εἰ δὲ μή, ἀλλὰ πάντως ἤτοι γε ἐν τοῖς πλείστοις μορίοις ἢ ἐν τοῖς κυριωτάτοις ὑπάρχουσα. καὶ πολλάκις γε τὸ μὲν ἅπαν δέρμα θερμασίαν οὐδεμίαν σαφῆ ἔχειν φαίνεται παρὰ φύσιν οὔθ' ἡμῖν τοῖς ἔξωθεν ἁπτομένοις οὔτε τοῖς κάμνουσιν, αἰσθάνονται δὲ αὐτῆς οἱ νοσοῦντες ἐν τῷ βάθει καί φασι διακαίεσθαι τὰ σπλάγχνα καὶ πρὸς τούτῳ γε ἔνιοι καὶ ἀσώδεις εἰσὶ καὶ διψώδεις καὶ ἄγρυπνοι. νῦν οὖν ὁ Ἱπποκράτης τὰς διαφορὰς τῶν πυρετῶν γράφει, ὅσαι διαγινώσκονται τοῖς ἰατροῖς οὐκ ἐξ ὧν οἱ κάμνοντες λέγουσιν, ἀλλ' ἐξ ὧν αὐτοὶ διά τε τῆς ἁφῆς καὶ τῆς ὄψεως ἐναργῶς αἰσθάνονται. πρῶται δ' εἰσὶ καὶ κυριώταται αἱ κατὰ τὴν οἰκείαν οὐσίαν, |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
