# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.875

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.875

πρῃέων φαινομένων. ἐπιφέρων γοῦν λέγει οἱ δὲ οὐ δακνώδεες μέν, ἐπαναδιδόντες δέ, δηλῶν ἐνταῦθα τοὺς ἐξ ἀρχῆς μὲν οὐ φανέντας δακνώδεις, ἐπικειμένῃ δὲ τῇ χειρὶ μέχρι πλείονος αἴσθησιν ἐργαζομένους δακνώδη. τούτοις δ' ἔμπαλιν ἔχουσιν, ἐφ' ὧν φησιν· οἱ δὲ ὀξέες μέν, ἡσσώμενοι δὲ τῆς χειρός. ἐν ἀρχῇ γὰρ φανέντες ὀξεῖς ἐκλύονται κατὰ βραχύ. τὸ δὲ ὀξέες ἐπὶ τῆς ταχέως ἀπαντώσης τῇ χειρὶ θερμασίας ἐνδεικνυμένης τε τὴν ἑαυτῆς κίνησιν ὠκεῖαν ἀκούειν σε χρή, καθάπερ ὀξεῖς τινὰς ὀνομάζομεν δριμεῖς ἐν ἴσῳ τῷ ταχεῖς, ὀξέα τε νοσήματα λέγομεν, ὅσα ταχέως διεξέρχεται τοὺς ἰδίους καιροὺς ἄχρι τῆς τελευτῆς. εἴτε <δὲ> "χερσὶν" εἴτε χειρὶ λέγοις, πρὸς τὸ τὰς εἰρημένας διαφορὰς γινώσκειν οὐδὲν διοίσει. δῆλον μὲν γὰρ ἦν τῷ γε νοῦν ἔχοντι τὰς τοιαύτας διαφορὰς οὐ τοῖς ὀφθαλμοῖς, ἀλλὰ ταῖς χερσὶν αἰσθητὰς εἶναι. προστιθέασι δὲ ἅπαντες ἄνθρωποι καὶ τὰς

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
