Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.876
Not analysed yet
τοιαύτας προσθήκας ἐνίοτε φύσει πρὸς τοῦτ' ἀγό|μενοι συναυξανούσας τὴν ἐνάργειαν τῶν λεγομένων, καὶ μάλιστ' ἐπ' ἐκείνων τῶν πραγμάτων, ἐφ' ὧν ἔστι διὰ τεκμηρίων τινῶν καὶ σημείων εὑρεῖν τὸ ζητούμενον, οὐκ αἰσθητὴν ποιήσασθαι τὴν διάγνωσιν. οὕτως οὖν καὶ ὁ Ἱπποκράτης οὐ μόνον ἐν ἀρχῇ τοῦ λόγου τῶν χειρῶν ἐμνημόνευσεν, ἀλλὰ κἀν τῷ φάναι οἱ δὲ ὀξέες μέν, ἡσσώμενοι δὲ τῆς χειρός. ἐφεξῆς δὲ τὴν κατὰ μέγεθος αὐτῶν διαφορὰν ἐνδεικνύμενος ἔφη· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί. κατὰ τί μὲν οὖν ἡ τοιαύτη φαντασία γίνεται τοῖς ἁπτομένοις, ὡς ἤτοι πολλὴν εἶναι δοκεῖν ἢ ὀλίγην τὴν θερμασίαν, αὖθις ὀψόμεθα, νυνὶ δ' ὅτι φαίνεται μόνον εἰπεῖν ἀρκέσει. καθάπερ γὰρ ἐκτός, εἰ καὶ τοὺς ὀφθαλμούς τις ἐγκαλύψας ἅψαιτο φλογός, ἤτοι πολλῆς αἰσθάνεται τῆς κατ' αὐτὴν οὐσίας ἢ ὀλίγης, οὐδεμιᾶς ἐν τῇ ποιότητι τῆς θερμασίας αἰσθανόμενος διαφορᾶς, οὕτως ἔχει κἀπὶ τῶν πυρετῶν. ἐνίοτε γὰρ ἡ μὲν κατὰ τὴν ποιότητα διάγνωσις τῆς θερμασίας ἡ αὐτὴ φαίνεται τῇ καθ' ἕτερόν τι σῶμα, διαφέρειν δ' ἀλλήλων δοκοῦσι <τῇ> ποσότητι.