# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.877

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.877

τῶν δ' ἐφεξῆς | εἰρημένων τὸ μὲν ξηροὶ σαφὲς ἱκανῶς ἐστι, τὸ δ' ἁλμυρώδεες ἀσαφές· οὐ γὰρ ἁφαῖς αἰσθητόν, ἀλλὰ τῇ γεύσει μόνῃ τὸ ἁλμυρόν. ἔτι δὲ μᾶλλον ἀσαφές ἐστι τὸ ἐφεξῆς εἰρημένον, ἔνθα φησίν· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί. εὑρίσκομεν δὲ ἐνταῦθα διάφορον τὴν γραφήν, ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων προσκειμένου τοῦ ἰδεῖν τῷ πεμφιγώδεες, ἐν ὀλίγοις δὲ μετὰ τὸ ἰδεῖν καὶ τοῦ δεινοὶ προσγεγραμμένου. μόνον δὲ τῶν ἐξηγητῶν εὗρον οὕτως γεγραμμένον εἰδότα Σαβῖνον, ᾧ καὶ Μητρόδωρος ἠκολούθησεν ὅσοι τ' ἀπ' αὐτῶν εἰσι μέχρι <τοῦ νῦν>. καὶ μὴν κατ' ὀλίγιστα τῶν ἀντιγράφων εὗρον ἁπλῶς γεγραμμένον οἱ δὲ πεμφιγώδεες, οὔτε τοῦ ἰδεῖν οὔτε τοῦ δεινοὶ προσγεγραμμένου. τοὺς μὲν οὖν ἁλμυρώδεις ἐπὶ τὴν ἁφὴν ἄγων τις ἐρεῖ τοὺς ὀδαξησμόν τινα ποιοῦντας εἶναι τοῖς ἁπτομένοις, ὥσπερ ὑφ' ἅλμης τε καὶ πάντων τῶν ἁλμυρῶν γίνεται σωμάτων, τοὺς δὲ πεμφιγώδεις τοὺς πνευματώδεις. αἰσθανόμεθα γὰρ πολλάκις ἀναφερομένης διὰ τοῦ τῶν πυρεττόν|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
