# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.882

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.882

ἀκούσωμεν εἰρῆσθαι τοὺς οἷον σπινθήρων ἐξαλλομένων καὶ | ἀπαντώντων τῇ χειρὶ φαντασίαν ἀποστέλλοντας· καὶ εἶεν ἂν οἱ τοιοῦτοι πυρετοὶ συνθετοί τινες ἐκ δυοῖν ἁπλῶν τῶν ἤδη προειρημένων, τοῦ τε πνευματώδους καὶ πυρώδους. ἐναντιωθήσεται δὲ τῇ ἐξηγήσει ταύτῃ μόνον ἕν, εἴ γε προσκέοιτο <κατά τινα τῶν ἀντιγράφων> τῷ πεμφιγώδεες τὸ ἰδεῖν. εἰκότως οὖν ἀφῃρήκασιν αὐτό τινες. οἱ δὲ οὐκ ἀφελόντες ἤτοι τοὺς μετὰ φλυκταινῶν ἤκουσαν ἢ τοὺς τῆς ψυχῆς ἁπτομένους. ἐπεὶ δὲ οἱ μετὰ φλυκταινῶν ἀπὸ συμπτώματος ὀνομάζονται, πιθανῶς ἂν ἀκούοιμεν ἀπὸ συμβεβηκότος οὕτως αὐτὸν ὀνομάζειν τοὺς λοιμώδεις πυρετούς· ἔστι γὰρ ἀμέλει καὶ τοῦθ' ἕν τι πυρετῶν εἶδος. ὅτι δ' ἐν αὐτῷ φλύκταιναι γίνονται, καὶ ὁ Θουκυδίδης μαρτυρεῖ γράφων οὕτως· "καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτε ἄγαν θερμὸν ἦν οὔτε χλωρόν, ἀλλ' ὑπέρυθρον, πελιδνόν, φλυκταίναις μικραῖς <καὶ> ἕλκεσιν ἐξηνθηκός." ὅσοι δὲ τοὺς τῆς ψυχῆς ἁπτομένους πυρετοὺς εἰρῆσθαί φασι πεμφιγώδεις, πόρρω τῆς προκειμένης τῶν πυρετῶν διαφορᾶς ἀπεχώρησαν. ὠνόμαζον γὰρ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
