# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.893

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.893

την μὲν οὖν τὴν διάθεσιν ἐδήλωσεν εἰπὼν καὶ αὐτὸς διαλελυμένος, ἐφεξῆς δὲ σαφῶς ἔφη καὶ αἱ κατακλάσιες τῶν ἄρθρων. ἔνιοι δὲ τὴν τρίτην συλλαβὴν οὐ διὰ τοῦ α γράφουσι κατακλάσιες, ἀλλὰ διὰ τοῦ ι "κατακλίσιες". ὅπως δὲ ἄμεινόν ἐστι γράφειν εὑρήσομεν ἀναμνησθέντες τῶν εἰρημένων ἐν τῷ Προγνωστικῷ περὶ κατακλίσεως ἐν τῇδε τῇ ῥήσει· "κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰατροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν καὶ τὰς χεῖρας <καὶ τὸν τράχηλον> καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα." πρόσσχες δὲ ἐνταῦθα τῷ τὰς χεῖρας <καὶ τὸν τράχηλον> καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντι. τὸ γὰρ ἤτοι μηδ' ὅλως ἢ πλέον τοῦ προσήκοντος ἐπικεκάμφθαι μοχθηρὸν ἑκάτερον, ὅτι μὴ κατὰ φύσιν. αὐτὸς γοῦν εἶπεν· "οὕτως γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων κατακλίνονται." διὰ τοῦτο <δ'> ἐφεξῆς ἐρεῖ· "ὕπτιον δὲ κεῖσθαι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα ἧσσον ἀγαθόν." ἐδείχθη δέ σοι δυνάμεως ἀρρωστίαν ἡ τοιαύτη κατάκλισις ἐνδείκνυσθαι καὶ ταύτης ἔτι |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
