# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.912

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.912

ρουμένου τοῦ ὀδόντος, ἀλλὰ διὰ τὴν ἐξαίρεσιν ᾗ συνυπῆρχεν ἡ ὀδύνη. ὡς εἴ γε καὶ χωρὶς ὀδύνης ἦν ἐξελεῖν αὐτόν, ὁμοίως ἂν ὁ κάμνων ἀνώδυνος ἐγένετο, καθάπερ γε καὶ χωρὶς ἐξαιρέσεως, ἐὰν θλίβων τις ἢ διακινῶν αὐτὸν ὀδυνήσῃ, τὸ μὲν ἄλγημα σφοδρότερον ποιήσει, οὐδὲν δὲ ὠφελήσει. ἑκατέρως τοίνυν εὔδηλόν ἐστιν ἀνωφελῆ τοῖς ὀδυνωμένοις εἶναι τὴν ὀδύνην, ὅσον ἐφ' αὑτῇ. διά τε γὰρ τῶν ἀνωδύνων βοηθημάτων πολλὰ θεραπεύεται τῶν ὀδυνωμένων μορίων, ἐφ' ἑτέρων τε πολλάκις ὀδύναι μεγάλαι διὰ τῶν προσφερομένων ἔξωθεν γινόμεναι παῦλαν οὐδεμίαν τοῖς διά τι πάθος ὀδυνωμένοις ἐπιφέρουσιν. ἓν γὰρ μόνον ἐστὶ τὸ ἰώμενον, ὅπερ ἂν ἐκκόπτῃ τὴν διάθεσιν ὁπωσοῦν, ἐάν τε χωρὶς ὀδύνης, ἐάν τε σὺν ταύτῃ· κατὰ δὲ τὸν αὑτῆς λόγον ὀδύνη παύειν ὀδύνην οὐ πέφυκεν, ἀλλὰ τοὐναντίον ἅπαν παροξύνειν. τοῦτο μὲν οὖν τὸ παράδειγμα φανερῶς ἐστι κίβδηλον, ἐφ' ἕτερον δέ τι μεταβάντες ὧν εἰρήκασι καὶ τὴν κατ' ἐκεῖνο μοχθηρίαν θεασώμεθα. φασὶν οὖν ἔμετον ἐμέ|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
