# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.915

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.915

τουτέστιν ἀναμεῖξαι τῷ κενουμένῳ καλῶς χυμῷ τὸ ὅμοιον. ἐγχωρεῖ δὲ καὶ τὸ ἐπιφερόμενον αὐτῷ τὰ ἀνόμοια κατὰ τὴν αὐτὴν διάνοιαν ἐξηγήσασθαι. καὶ γὰρ καὶ τοὺς ἀνομοίους χυμοὺς συνεκχυμοῦν προσήκει τοῖς καλῶς κενουμένοις. εἰ δὲ κἀπὶ τοῦ μεταβαλεῖν καὶ ἀλλοιῶσαι καὶ πέψαι βούλοιτό τις ἀκούειν τὸ ὀργάσασθαι, καὶ οὕτως ἂν ἔχοι νοῦν ἰατρικὸν ἡ λέξις. ἐὰν γὰρ ἐκκρίνηταί τις καλῶς χυμός, συνεκχυμῶσαι τούτῳ, τουτέστιν ἐξομοιῶσαί τε καὶ συνεκκρῖναι προσήκει τοὺς δεομένους κενώσεως, ἐάν τε ὁμοιότητά τινα ἔχωσι πρὸς αὐτόν, ἐάν τε ἀνομοιότητα. δυνατὸν <δ'> ἐστὶ καὶ διελόντα τὴν λέξιν ὡς τελευτὴν ποιήσασθαι τῆς προτέρας <τὸ> ὀργάσασθαι τὸ ὅμοιον, τῆς δὲ δευτέρας ἐπ' αὐτῇ πάλιν ἀρχὴν ποιήσασθαι τήνδε· τὰ ἀνόμοια, εἰ ῥέπει ἄνω ἀρθέντα, κάτω λύειν, ὡς εἶναι τὴν διάνοιαν τοιάνδε· "τὰ ἀνόμοια ὑγρὰ τοῖς μορίοις εἰς ἅπαν, ἄνω μὲν ἀρθέντα, κάτω λύειν, εἰ δὲ κάτω ῥέψειεν, ἀντισπᾶν ἄνω," νοούντων ἡμῶν ἀνόμοια

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
