# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.949

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.949

στηθέων." ὁ γὰρ εἰσπνεόμενος ἀήρ, ὅταν ἱκανῶς ᾖ ψυχρός, ἐνίοτε μὲν τὰ κατὰ τὴν φάρυγγά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν μόρια τραχύνει τε καὶ καταψύχει, ποτὲ δὲ καὶ τῷ πνεύμονι παντὶ καὶ τῷ θώρακι δυσκρασίαν ἐργάζεται· πολλάκις δ' ἀμφότερα τὰ εἰρημένα συμπίπτει καὶ βήσσουσι μετρίως ἐπ' αὐτοῖς βῆχας ξηράς. σημεῖον δὲ τῶν οὕτως ἐχόντων ἐστὶ τὸ ἐρεθίζεσθαι κατὰ τὰς εἰσπνοάς, ὅταν ***, ἀθρόως δ' ἐμπίπτῃ διαλεγομένοις τε καὶ χάσκουσι καὶ διὰ τοῦ στόματος εἰσπνέουσιν. ὅταν δὲ διά τε τῆς ῥινὸς εἰσπνέωσι καὶ θερμὸν τὸν ἔξωθεν ἀέρα κατὰ τὸν οἶκον αὐτῶν ἐργάσηταί τις, ἢ παντάπασιν ἐλάχιστα βήσσουσιν ἢ οὐδ' ὅλως, διὸ καὶ πρὸ τῶν ῥινῶν ὀθόνιον ἔνιοι προτιθέντες οὕτως εἰσπνέουσι, πεπειραμένοι παροξύνεσθαι τὰς βῆχας, ὅταν ἀθρόως ᾖ ψυχρὸς ὁ ἔξωθεν ἀὴρ ὁμιλῶν τοῖς προκατεψυγμένοις τε καὶ τετραχυσμένοις μορίοις. μάλιστα δέ φησιν ἐν τοῖς κοπιώδεσι πυρετοῖς τοῦτο γίνεσθαι. τίνας δὲ κοπιώδεις ὀνομάζει πυρετούς, ἄδηλον. ἆρά γε τοὺς διὰ τὰς σφοδρὰς

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
