# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.952

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.952

γεγράφασιν. ὅσοι δ' ἂν πρὸς ἑνὸς ἑαυτοὺς ἤτοι δούλους ἢ ἐξελευθέρους ἀποφήνωνται, εὐθέως ἅμα τῷ γεγραμμένον εὑρεῖν τι παρ' αὐτῷ πιστεύουσιν ἀπερισκέπτως τε καὶ εἰκῇ, καθάπερ καὶ ἐπὶ τοῦ μάλιστα <ἐν πυρετοῖς> τοῖς κοπιώδεσι ξηρὰς γίνεσθαι βῆχας οὔτε ὁποίους κοπιώδεις εἶπεν ἐζήτησαν, ἆρά γε τοῖς ἀπὸ καμάτων τε καὶ τῆς ἔξωθεν ταλαιπωρίας ἢ καὶ τοῖς χωρὶς τούτων ἴσχουσι τὴν αὐτὴν διάθεσιν, οὔτε πότερον ἁπλῶς ἢ καὶ κατὰ συμβεβηκὸς ὁ κόπος αὐτοῖς ἐγένετο. ὅπερ δὲ ἐπὶ τούτων, τοῦτο κἀπὶ μυρίων ἄλλων ἴστε συμβαῖνον αὐτοῖς τε τοῖς τὰ συγγράμματα γράψασι καὶ τοῖς ἐξηγησαμένοις αὐτὰ καὶ πολὺ μᾶλλον ἔτι τούτων τοῖς ὁσημέραι περιτρέχουσιν ἐν ταῖς πόλεσιν ἰατροῖς ἀλόγῳ τριβῇ μόνῃ χρωμένοις. καὶ γὰρ ὑπερορῶσι πολλῶν ὡς μικρῶν, οὐκ εἰδότες ὅτι πολλῶν ἐνίοτε σμικρῶν συνερχομένων ἓν ἐξ αὐτῶν κεφάλαιον ἀξιόλογον ἀθροίζεται προπετῶς τε συγκατατίθενται τοῖς γεγραμμένοις ὑπό τινος ἀνδρός, οὗπερ ἂν αὐτὸς ἑαυτὸν ἕκαστος ἀποφήνῃ δοῦλον. εἰ δὲ μὴ τοῦτό τις ποιήσειεν, ἀλλὰ καθ' |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
