Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.953
Not analysed yet
ἕτερόν γε τρόπον ἐνίοτε τῷ φανέντι πιθανῷ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς φαντασίας συγκατατιθέμενος, ἄνευ τοῦ χρόνῳ πολλῷ σκέψασθαι καθ' ἑαυτόν τε καὶ μετ' ἄλλων ἀπεφήνατο προπετῶς ὑπὲρ τοῦ σπανίως ὀφθέντος ὡς πολλάκις ἢ διηνεκῶς φαινομένου. καὶ τάς γε ἐν ταῖς αἱρέσεσι διαφωνίας ἐντεῦθεν εἰκὸς μάλιστα γεγονέναι, δοξοσόφων τε καὶ φιλαύτων ἀνθρώπων τὰ φανέντα πιθανὰ χωρὶς τοῦ μετὰ πολλῶν πολλάκις ἀνασκέψασθαι πιστευσάντων ὑπάρχειν ἀληθῆ. καθάπερ δὲ νῦν ἐπὶ σημειωτικοῦ θεωρήματος ὡς ἐπὶ παραδείγματος ἐποιήσαμεν τὸν λόγον, οὕτω κἀπὶ τῶν θεραπευτικῶν οὔθ' ὑπερορᾶν τινος χρὴ τῶν δοκούντων εἶναι μικρῶν οὔτ' εἰκῇ καὶ ἀβασανίστως πιστεύειν ταῖς εἰρημέναις αὐτῶν δυνάμεσιν, ὡς ἐν Τῇ θεραπευτικῇ πραγματείᾳ μεμαθήκατε. Ἐκ προσαγωγῆς τὰ ἐναντία προσάγειν καὶ διαναπαύειν. |