Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.955
Not analysed yet
καθ' ἕτερον δὲ τρόπον ἔστιν ἀκοῦσαι τοῦ |διαναπαύειν ὡς ἀντιδιῃρημένου τῷ προσάγειν, ἵν', ἐφ' ὧν μὲν οὐκ ὂν ἔμπροσθεν ἔθος ἐμποιῆσαι βουλόμεθα, προσάγωμεν αὐτὸ κατ' ὀλίγον, ἐφ' ὧν δὲ τὸ πρότερον ὑπάρχον καταλῦσαι, κατὰ βραχὺ πάλιν ἐπὶ τούτων ἀναπαύωμεν. Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα ὠφέλησεν. Οἱ παλαιότεροι τῶν ἐξηγητῶν <τὸ> ὠφέλησεν ἐπὶ παρεληλυθότος χρόνου γεγραμμένον ἐπίστανται. καί φασί γε τὸ μὲν ὠφελεῖ κατὰ τοὺς Ἀφορισμοὺς γεγράφθαι καθολικὴν ἀπόφασιν ἐν τούτοις ποιησαμένου τοῦ παλαιοῦ, τὸ δ' ὠφέλησεν ἐνταῦθα πρὸς ὑπόμνησιν αὑτῷ γεγραφότος ἐπί τινος ἑνός, ἵνα, ὅταν ἐπὶ πολλῶν πειραθῇ τοῦ βοηθήματος, ἀποφήνασθαι τολμήσῃ καθόλου περὶ αὐτοῦ. δῆλον δ'