# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.963

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.963

τοῦ πάσχοντος μορίου, τὴν ἔμφυτον θερμασίαν οὕτως ἔχοντος ὀλίγην τε καὶ ἄρρωστον, ὡς μηδ' ἐπιχειρεῖν τῇ πέψει τῶν κατασκηψάντων ἐπ' αὐτὸ χυμῶν. ἐπὶ τούτων μὲν οὖν ἀμυχαῖς τε βαθυτάταις ἀνοίγομεν τὸ δέρμα καὶ πολλάκις γε καὶ διατέμνομεν ἄχρι βάθους κατὰ πολλὰ μέρη τοῦ πεπονθότος μορίου φαρμάκοις τε χρώμεθα ξηραντικωτάτοις. ἐφεδρεύει γὰρ ταῖς τοιαύταις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νενικημένης ἤδη κατ' αὐτὰς [ἤδη] καὶ πλησίον ἡκούσης τοῦ τελέως ἀποσβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐφ' ὧν οὖν φλεγμονῶν ἢ ὅλως ὄγκων ὡντινοῦν οὐκ ἐν κινδύνῳ σβέσεώς ἐστι καὶ τελείας ἀπωλείας ἡ ἔμφυτος θερμασία καὶ διὰ τοῦτο δύναται βοηθείας τυχοῦσα κρατῆσαι τῶν χυμῶν, ἐπὶ τούτων χρώμεθα τοῖς ἐμπλαστικοῖς φαρμάκοις, ἅπερ ἐν αὐτῷ τούτῳ σαφῶς ἐδήλωσεν εἰπών· ὅσα πεπαίνεσθαι δεῖ. τὰ δ' ἐγγὺς ὄντα τοῦ γαγγραινοῦσθαι καὶ τὰ ἤδη σηπόμενα τὴν ἀρχὴν οὐδὲ δεῖται πεπαίνεσθαι. διὸ τὰ μέν, ὡς ἔφην, κενώσεσί τε δι' ἀμυχῶν καὶ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
