# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.970

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.970

ῥοιωδῶν ὀμμάτων, κοινὴν δὲ πάντων ἐφ' ὧν ἀντισπᾶν ἢ παροχετεύειν προσῆκον. ἐὰν γὰρ ἀντισπάσεως μὲν ᾖ χρεία, φοβώμεθα δ' αὐτὴν ποιήσασθαι, παροχετεύειν τὸ αἷμα προσήκει καὶ κενὸν ὅλον ἐργάζεσθαι τὸ σῶμα. τὰ δ' ἐφεξῆς γεγραμμένα πολλάκις ἤδη παρ' αὐτοῦ μεμαθήκαμεν ἐπὶ πάσης κενώσεως ὄντα χρήσιμα. δεῖ γὰρ οὐχ ἁπλῶς, ὅταν ᾖ χρεία κενώσεως, ἐπ' αὐτὴν παραγίνεσθαι, ἀλλὰ προδιορισάμενον, ὅπως ταύτην ποιήσασθαι χρή, καὶ ὁποῖα προσῆκον εἶναι τὰ κενωθησόμενα καὶ καθ' ὅ τι χωρίον, ἐν τίνι τε καιρῷ καὶ μέχρι πόσου. λεκτέον δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα περὶ ἑκάστου διὰ βραχέων. τὸ μὲν ὡς δεῖ τοιόνδε τι σημαίνει· "τὰς ἐφόδους ἀναστομωτέον, οὐ μὴν ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ὡς δεῖ." τοῦτο δὲ σημαίνει τὸν τρόπον δι' οὗ ποιησόμεθα τὰς κενώσεις, οἷον ἐπὶ τῶν κατὰ γαστέρα διὰ κλυστῆρος, διὰ βαλάνου, δι' ὑπηλάτου φαρμάκου καὶ καθ' ἕκαστον αὐτῶν δι' ὡντινοῦν· καὶ γὰρ καὶ κλυστῆρες πολυειδῶς συντίθενται καὶ βάλανοι καὶ τὰ κατωτερικά τε καὶ ὑπήλατα καλούμενα φάρμακα. τὸ μὲν οὖν |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
