# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.979

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.979

γραπται μὲν ἐπί τινων ἑωραμένα κατὰ μέρος, ὑποπέπτωκε δὲ καθολικοῖς θεωρήμασιν ἤτοι διηνεκέσιν ἢ ὡς τὸ πολὺ γινομένοις. οὕτως οὖν καὶ νῦν τὸ γονοειδὲς εἴτε οὖρον εἴτε διαχώρημα γενόμενον ἐν Περίνθῳ κρίσιμον ἐφάνη. πότερον δ' ὀλίγοις ἢ πολλοῖς [ἢ ἑνὶ] τὸ τοιοῦτον συμβαίη, κατὰ τὴν λέξιν αὐτοῦ τοῦ Ἱπποκράτους οὐ διώρισται. πιθανώτερον δ' ἐστὶν ἐπὶ πολλῶν αὐτὸ πεφυκέναι κατ' ἐκεῖνον τὸν καιρὸν ἐπιδημῆσαν, ἡνίκα ἔγραφεν ὁ Ἱπποκράτης ταῦτα. ὅταν μὲν γὰρ ἐφ' ἑνός τινος γενόμενόν τι γράφῃ, προστίθησιν ἤτοι τὸν τόπον τῆς πόλεως ἐν ᾧ τὸν ἄνθρωπον εἶδε κατακείμενον ἢ τὴν ἡλικίαν ἢ τοὔνομα. τῶν πόλεων δ' εἴωθε μνημονεύειν ὀνομαστὶ κατ' ἐκείνας τὰς διηγήσεις, ἐν αἷς πολλοὺς ἐθεάσατο παθόντας ταὐτά. τοῦτο μὲν οὖν οὐ μεγάλην ἔχει διαφορὰν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα καὶ συναπτέτω τις ᾧ ἂν βούληται τὸ ἐν Περίνθῳ. τὸ γονοειδὲς δὲ οὖρον ἢ καὶ διαχώρημα γένοιτ' ἄν ποτε κρίσιμον, ὅταν ὁ καλούμενος ὑπὸ Πραξαγόρου χυμὸς ὑαλώδης ἐκκενῶται. τὸ δὲ καὶ τῶν ἤτρων τὰ τοιαῦτα δεῖ[ται] μὲν ἐπὶ τὸ προειρη|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
