# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.997

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.997

νοσήμασι πλέον <τοῦ> προσήκοντος τοὺς κάμνοντας [τὰς] εὐθύμους ποιοῦσι, πολλαπλασίαν αὐτοῖς ἀθροίζουσι δυσθυμίαν ἐν ταῖς ἑξῆς ἡμέραις, ὅταν ἤτοι χεῖρον φαίνηται τὸ νόσημα γινόμενον ἢ χρονίζῃ παρὰ τὴν ἐπαγγελίαν τῶν ἰατρῶν. ἀλλὰ καὶ θαρρήσαντες, ὡς ἀκινδύνως νοσοῦντες, οἱ πλείους τῶν ἀνθρώπων οὐ πάνυ κατήκοοι γίνονται τῶν ἰατρῶν. ἄμεινον μὲν οὖν ἐπίστασθαι τὸ τοῦ κάμνοντος ἦθος ἔμπροσθεν ὅθ' ὑγίαινε πεπειραμένον. εἰ δὲ νῦν αὐτῷ πρῶτον ἐντυγχάνομεν, ἐξ ὧν διηγεῖται συνήσομεν ὁποῖός τίς ἐστιν. ἐξ ὧν δὲ προγινώσκομεν, ἕξομέν τι πρὸς τὴν νόσον ἐξευρίσκειν. εἰ γάρ <τις> κόσμιος ὢν φύσει θρασέως ἀποκρίνοιτο καὶ φρόνιμος ὢν ἄφρων φαίνοιτο κατὰ τὴν διήγησιν, ἔνδειξις ἡμῖν ἐντεῦθεν ἔσται τοῦ βεβλάφθαι τὴν διάνοιαν αὐτῷ, καθάπερ εἰ καὶ νήφων καὶ φροντιστὴς ἢ ἀγρυπνητικὸς εἴη καὶ φύσει χαίρων τῷ διηγεῖσθαι μακρὰ νωθρὸς φαίνοιτο περὶ τὰς διηγήσεις ἢ τὰς ἀποκρίσεις. κἀξ αὐτῆς δὲ τῆς φωνῆς ἔνεστί τι τεκμήρασθαι περὶ τῆς νόσου. τινὲς μὲν γὰρ μόγις φθέγγονται, τινὲς δὲ βραγχῶδες ἢ ὀξὺ περὶ τὸν |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
