# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.998

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.998

τῆς νόσου καιρόν, ἔνιοι δὲ ψελλίζουσί τε καὶ τραυλίζουσιν, ὧν ἕκαστον ὁποῖόν τι σημαίνει μεμάθηκας ἐν ἑτέροις. ἐκ μὲν δὴ τῶν τοιούτων ὁ ἰατρὸς γνώσεταί τι περὶ τοῦ νοσοῦντος, ὁποῖος τὴν γνώμην καὶ τὸ ἦθος, αὐτῆς δὲ τῆς νόσου τίς ἐστιν ἡ ἰδέα. πάλιν δ' αὐτὸς ἐπιδείξεται τῷ τε κάμνοντι καὶ τοῖς ἀμφ' αὐτὸν ὁποῖός τίς ἐστι τὴν τέχνην ἐξ αὐτῶν τῶν ἐρωτήσεων. καὶ ῥῖνα μὲν γὰρ ὠξυμμένην καὶ ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἰδών τις ἐν ὀξεῖ νοσήματι πεύσεται μή τις κένωσις αὐτῷ γέγονεν ἢ ἀγρυπνία καὶ λύπη, μὴ σιτίων ἔνδεια καὶ κόπος ἰσχυρός. τὸ δὲ <πρόσωπον> ἀσύμπτωτον θεασάμενος ἐρήσεται, μή τις <συνέπεσεν αὐτῷ τῶν> συνήθων ἐκκρίσεων ἐπίσχεσις ἢ παρὰ τὸ ἔθος ἀργῶς καὶ <ἐπὶ> πλησμονῆς διῃτήθη. δυνήσεται δὲ καὶ περὶ ψύξεως ἐγκαύσεώς τε καὶ οἰνοπόσεως πολλῆς, ὅσα τε ἄλλα τοιαῦτα, πυνθάνεσθαι κατὰ τρόπον, ὥστε ἐν αὐτῷ τούτῳ πρῶτον ἐπαινεθῆναι πρὸς τῶν παρόντων· ἐὰν γὰρ τὰ προγεγονότα καὶ τὰ προγινωσκόμενα τῷ τε κάμνοντι καὶ τοῖς ἀμφ'

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
