# In Hippocratis librum vi epidemiarum commentarii vi 17a.999

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17a.999

αὐτὸν ὁ ἰατρὸς | πυνθάνηται, θαυμάζουσιν εὐθέως αὐτόν, ὥσπερ κἂν εἴ τινα τῶν ἐναντίων τοῖς γεγονόσιν ἐρωτῴη, καταγινώσκουσιν. ἀλλὰ καὶ τῶν συμβεβηκότων τοῖς κάμνουσιν ἔνια, πρὶν ἀκοῦσαι παρ' αὐτῶν, ἐν μέσῳ σχήματι λέξεως ἐρωτήσεώς τε καὶ ἀποφάσεως ἐὰν εἰπὼν ἐπιτύχῃ, θαυμάζεται. λέλεκται δ' ἅπαντα ταῦθ' ἡμῖν ἑτέρωθι, καὶ νῦν, ὡς ἔφην, Ἱπποκράτους αὐτὰ μόνα τά γε πρῶτα κεφάλαια διερχομένου, καὶ ἡμεῖς κατά τινα πρώτην τομὴν αὐτὰ διήλθομεν. εἰ δὲ τὰ κατὰ μέρος ἅπαντα λέγοιμι, τά τε εἰς τὸ Προγνωστικὸν ὑπομνήματα καὶ τὰ Περὶ κρίσεων ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι. τούτων δὲ <τῶν> ἔξωθέν ἐστιν εἰς τὴν οἰκονομίαν τε καὶ χρῆσιν ὠφελοῦντα καὶ τῶν ὑφ' Ἡροδότου γραφέντων ἔνια κατὰ τὸ βιβλίον ὃ ἐπέγραψεν αὐτὸς "Ἰατρόν". εἴρηται δὲ καὶ πρὸς ἡμῶν ἐν οἷς καὶ περὶ τοῦ προγινώσκειν διερχόμεθα. ἀναλαβόντες οὖν αὖθις ἐξ ἀρχῆς τὰ κεφάλαια τοῦ λόγου μεταβῶμεν ἐπὶ τὰ ἐφεξῆς γεγραμμένα· ὥσπερ ἐν τῷ βίῳ τὸ κτᾶσθαι τὰ προσήκοντα πάντα, λέγω δὲ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
