# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.10

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.10

χρεία, τίνες εἰσὶν οἱ τούτων δεησόμενοι λεπτύνσεως ἕνεκεν. οἷς γὰρ δεῖ κενώσεώς γε πλεοναζόντων ὑγρῶν <ποιητέον>· οὐδέποτε γὰρ ἀργία τοῦτο ποιεῖν πέφυκεν. εἰκότως οὖν ἔνιοι περὶ καθαιρέσεως σαρκῶν τὸν λόγον αὐτῷ νῦν εἶναί φασιν, οὐ κενώσεως ὑγρῶν, ὡς ἐν πληθώραις τε καὶ ταῖς ὑδαρώδεσιν ἕξεσι γίνεται. δυνατόν γε μὴν ἐπ' ἀμφοτέρων αὐτοῦ τὸν λόγον πεποιημένου κατάλογον εἶναι πάντων τῶν βοηθημάτων, ὅσα τε κοινὰ τῶν καθαιρέσεων ἀμφοτέρων ἐστὶ καὶ ὅσα [τε] καθ' ἑτέραν αὐτῶν ἴδια. δύναται δὲ μετὰ τὰ γυμνάσια τὴν ἡσυχίαν γεγραφέναι περὶ τῶν καθ' ἑκάστην ἡμέραν γυμνασίων καὶ τῆς ἐπ' αὐτοῖς ἡσυχίας ποιούμενος τὸν λόγον, ἵν' οἱ γυμνασάμενοι μὴ προσφέρωνται τὰ σιτία εὐθέως, καθάπερ ἔθος, ἔτι διασῴζοντες ἐν τῷ σώματι τὴν ἐκ τῶν γυμνασίων θερμασίαν, ἀλλὰ τελέως ἀπεψυγμένοι. καὶ γὰρ καὶ τοῦτ' ἐν τοῖς Ὑγιεινοῖς ἐμάθετε λελεγμένον ὀρθῶς ἄλλοις τε καὶ τῷ Ἐρασιστράτῳ, ὥστε κἀκ τούτου δῆλον γίνεσθαι, πολὺ τὸ στοχαστικὸν ἐν ταῖς ἐξηγήσεσιν εἶναι τῶν διὰ συντομίαν ἀσαφῶς ἡρμηνευμένων. ὅταν δὲ καὶ γράφειν τὴν |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
