# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.102

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.102

Εἶπον ὅτι τὸ κατὰ τὴν τελευτὴν τῆς προειρημένης ῥήσεως "αὐτοῖσι" προτάττεσθαι δύναται ταύτης, ἵν' ὁ λόγος ᾖ τοιοῦτος· αὐτοῖς οἷς προεῖπον (ἦσαν δὲ οἱ πυρεταίνοντες μὲν οὐκ ὀρθῶς [δὲ] ὑπὸ <τοῦ> Ἡροδίκου πρὸς κινήσεις ὑγιαίνουσιν οἰκείας ἀγόμενοι) συμβαίνει ταῦτ' ἴσχειν ἃ νῦν εἶπεν, οὐχ ἅπαντα δηλονότι καθ' ἕκαστον ἄνθρωπον. οὐ γὰρ οἷόν τε συνυπάρξαι τὸ ἔρευθος τῇ πελιώσει καὶ τῇ χλωρότητι, καὶ γὰρ ἀναιρετικόν ἐστιν ἕκαστον τούτων τῶν λοιπῶν δύο καὶ διαθέσεσιν οὐχ ὁμοίαις ἕπεται. τοῖς μὲν γὰρ τήν τε δύναμιν ἔχουσι μετρίαν καὶ χρηστὸν τὸ αἷμα γυμνασθεῖσιν ἢ πυριασθεῖσιν ἐρεύθεται τὸ σῶμα, τοῖς δ' ἀρρωστοτέραν ἢ κακοχυμότερον πελιοῦται καὶ χλωρὸν γίνεται. προτάττουσιν <δ'> ἔνιοι τῆς προκειμένης ῥήσεως τὸ ὄγκοι, τοιάνδε ποιοῦντες τὴν λέξιν· ὄγκοι φλεβῶν, ἔρευθος, πελίωσις, χλωρότης. ὃ δ' ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἶπε, πλευρέων ὀδύναι λαπαραί, πιθανῶς τινες μετέγραψαν εἰς τὸ "λαπάρης ὀδύναι", γίνεσθαι βουλόμενοι τοῖς ἀκαίρως γυμνασθεῖσιν ***. οἵ γε μὴν ἐξηγηταὶ πάντες ἴσασι τὴν πλευρέων |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
