# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.140

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.140

ματα τὴν γνώμην τοῦ κάμνοντος ἡδέως τε καὶ ἀηδῶς διατίθησιν, οὐ κατ' αὐτὴν ἰδίως τὴν ὀπτικὴν αἴσθησιν, ἀλλὰ κατὰ τὴν διάνοιαν. ἔνια δ' ἐστὶν ἡδέα τῶν ὁρατῶν κατ' αὐτὴν τὴν ὄψιν, ὥσπερ γε καὶ τῶν ὀσφρητῶν καὶ γευστῶν καὶ ἀκουστῶν καὶ ἁπτῶν. οὐ μὴν ἅπασί γε ἐπὶ τοῖς αὐτοῖς ἡ ἴση τέρψις. ἄλλος γὰρ ἄλλα καὶ χρώματα καὶ σχήματα καὶ ἄνθη καὶ φυτὰ καὶ πλάσματα καὶ ζωγραφήματα θεᾶται, τὰ μὲν ὡς ἀηδῆ, τὰ δὲ ὡς ἡδέα. χρὴ τοίνυν παρὰ τῶν οἰκείων τοῦ κάμνοντος τὸν ἰατρὸν πυνθανόμενον, οἷστισιν οἱ κάμνοντες ἥδονται, ταῦτα κελεύειν εἰσφέρεσθαι τοῖς οἴκοις ἐν οἷς κατάκεινται. Μαλακῶς ὅσα ψαύει. Κατ' αὐτὴν μόνην ψιλὴν τὴν ἁπτικὴν αἴσθησιν ἡδέα ταῦτ' ἐστίν, ὥσπερ αὖ πάλιν ἄνθη τε καὶ φυτὰ καὶ ποικίλα καὶ τἄλλα ὅσα προείρηται τὴν ὄψιν μόνην τέρπει. προσθήσομεν οὖν ὅσα ταὐτοῦ μὲν γένους ἐστὶ τοῖς εἰρημένοις, παραλέλειπται δὲ ὡς σαφῆ. δυοῖν γὰρ αἰσθήσεων ἐμνημόνευσεν, ὄψεώς τε καὶ ἁφῆς. σὺ δὲ καὶ τὴν ὄσφρησιν προσθήσεις δηλονότι καὶ τὴν γεῦσιν καὶ τὴν ἀκοήν, καὶ κατά γε τὴν ἀκοὴν διαιρήσεις ὥσπερ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
