# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.141

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.141

ἐπὶ τῆς ὄψεως, ἔνια μὲν αὐτὴν τὴν αἴσθησιν μόνην τέρποντα, καθάπερ αἱ ἡδεῖαι φωναί, τινὰ δὲ τῇ ἀκοῇ λυποῦντα, καθάπερ αἱ ἀηδεῖς ἀγγελίαι, τοὐναντίον δὲ ἄλλ' ἅττα τέρπει τε καὶ ἥδει. τοῦτό γε καὶ οἱ ἰδιῶται πάντες ἴσασιν, ὡς οὐδὲν ὧν ἀηδῶς ὁ κάμνων ἀκούσεται προσήκει λέγειν αὐτῷ, καθάπερ γε καὶ τὰ μέλλοντα μεγάλως ἥσειν αὐτὸν ἀπαγγέλλειν πάντα μετὰ τοῦ καὶ προσεπιψεύδεσθαί τι. κατὰ μέντοι τὴν ἐφεξῆς ῥῆσιν ἔνια καὶ τῶν ἐνταῦθα παραλελεῖφθαι δοκούντων ἐπαναλαμβάνων προστίθησιν. Ἄλλαι. Πρόγραμμα τοῦτ' ἐστὶν ἄλλων χαρίτων μελλουσῶν λέγεσθαι. προειρηκὼς γὰρ "αἱ τοῖσι κάμνουσι χάριτες", εἶτ' εἰπὼν "<οἷον> τὸ καθαρῶς δρᾶν ποτὰ ἢ βρωτά" καὶ τούτων ἐφεξῆς περὶ τῶν ὁρωμένων διελθών, εἶθ' ἑξῆς ὑπὲρ τῶν πρὸς τὴν ἁφὴν ἡδέων ἐπαγγέλλεται πρὸς ταῖς εἰρημέναις ἑτέρας ἐρεῖν χάριτας, ὧν ἐφεξῆς ἀκούσῃ. τινὲς μέντοι τελέως ἐξεῖλον τῶν ἀντιγράφων τὸ πρόγραμμα τοῦτο τὸ ἄλλαι, τινὲς δ' οὐ θηλυκῶς μετὰ τοῦ ἰῶτα γράφουσιν, ἀλλὰ χωρὶς

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
