# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.147

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.147

τῶν τοιούτων Ἱπποκράτης ἔγραψε, πρῶτον μὲν ἐν τοῖς Ἀφορισμοῖς εἰπών· "Δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρεόντας <καὶ τὰ> ἔξωθεν," εἶτ' ἐ<ν> τῷ πρώτῳ τῶν Ἐπιδημιῶν· "Ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων, ὁ ἰητρός· <ὁ ἰητρὸς> ὑπ<ηρέτης τῆς τέχνης.> ἐναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ τοῦ ἰητροῦ <χρή>." καὶ ὡς τριῶν ὄντων, ἰατροῦ καὶ νοσήματος καὶ κάμνοντος, ἐὰν ὁ νοσῶν ἐάσῃ μόνον πολεμεῖν τῷ νοσήματι τὸν ἰατρὸν ἢ καὶ πρὸς αὐτὸ μεταστὰς ἐναντιώσηται τῷ ἰατρῷ, συμβήσεται νικηθῆναι τὸν ἰατρὸν ὑπὸ τοῦ νοσήματος. ἐὰν δὲ καταλιπὼν τὸ νόσημα σύμμαχος κατ' αὐτοῦ γένηται τῷ ἰατρῷ, μεγάλην ἐλπίδα τῆς νίκης ἔσεσθαι δυοῖν ἀνθρώπων πρὸς ἓν νόσημα μαχομένων, ὡς τό γε ἐναντίον ἔμπαλιν οὐδεμιᾶς ἐλπίδος ἔσται παρεκτικόν, ἐὰν ὁ κάμνων μετὰ τοῦ νοσήματος γενόμενος ἐναντιῶται τῷ ἰατρῷ· μονωθεὶς γὰρ ἂν οὗτος ὑπὸ τῶν δυοῖν νικηθείη ἄν. ἀρκεῖ <δέ> σοι τὸ παράδειγμα τοῦτο νοῆσαι δυναμένῳ κατὰ τὸ παραπλήσιον ἕτερα πολλὰ τοιαῦτα τῷ νοσοῦντι γίνεσθαι πρὸς τῶν ἰατρῶν. οὐ μόνον δὲ τῶν λεχ|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
