Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.148
Not analysed yet
θησομένων λόγων τοῖς κάμνουσιν ὑπὸ τῶν ἰατρῶν τοιαύτην εἶναι προσήκει τὴν διάνοιαν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς φωνῆς καὶ τὸν τόνον καὶ τὴν ὅλην ὑπόκρισιν ἀνὰ λόγον εἶναι τῇ διανοίᾳ τῶν λόγων. εἰ δὲ καὶ πεπαιδευμένῳ διαλέγοιτό τις ἀνδρί, †καὶ μετὰ τοῦ μὴ σολοικίζειν τε καὶ βαρβαρίζειν. καὶ γὰρ ἐκ τῶν τοιούτων εὐκαταφρόνητοι τοῖς κάμνουσιν οἱ ἰατροὶ φαίνονται. σχῆμα. καὶ τὸ σχῆμα τοῦ σώματος ὅλου κατά τε τὴν εἴσοδον καὶ τὴν καθέδραν ὁ ἰατρὸς ἐχέτω <μέσον>, μήτε ταπεινὸν ὡς εὐκαταφρόνητον εἶναι μήτε χαυνότητά τινα καὶ ἀλαζονείαν ἐνδεικνύμενον. ἔνιοι μὲν γὰρ ἀνατεταμένοι καὶ πλατεῖς εἰσίασί τε καὶ καθέζονται, ἔνιοι δὲ διατεθρυμμένοι, τινὲς δὲ ἐγκεκυφότες καὶ ταπεινοί. φεύγειν οὖν ἁπάσας χρὴ τὰς ὑπερβολὰς καὶ πειρᾶσθαι μέσον αὐτῶν εἶναι. εἰ δέ ποτε κατὰ τὸ σπάνιον ὁ κάμνων φαίνοιτό σοι φιλοτάπεινός τις, ἀπὸ τοῦ μέσου βραχὺ πρὸς τὸ ταπεινότερον ἄμεινόν ἐστι σχηματίζειν ἑαυτόν. εἰ δ' ἐναντίως ἔχοι, καὶ σὺ τἀναντία ποιήσεις ἐπὶ βραχὺ τοῦ μέσου τε καὶ κατὰ φύσιν ἐφ' ὑπέρτερα παραχωρῶν. |