# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.149

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.149

ἐσθής. καὶ αὕτη κατὰ τὸν αὐτὸν λόγον ἔστω μέση, μήτε πολυτελὴς ὡς ἀλαζονείαν ἐμφαίνειν μήτε ῥυπαρὰ καὶ πάνυ ταπεινή, πλὴν εἴ ποθ' ὁ κάμνων αὐτὸς εἴη τῶν ἀμετρότερον ἢ τὰ πολυτελῆ φιλούντων ἢ τοῖς ῥυπαροῖς ἡδομένων. ἐπὶ τούτων γὰρ ἀπὸ τῆς μεσότητος ἐπὶ τὸ τῷ κάμνοντι φίλτερον ἀποχωρήσεις, ὅσον ἂν εἰκάσῃς ἔσεσθαί σοι σύμμετρον. τῷ νοσοῦντι. διὰ μέσου τοῦτ' ἔφην ἐγκείμενον ἀπορίαν παρέχειν· εἰ δέ γε κατὰ τὴν ἀρχὴν τῆς ὅλης ῥήσεως ἢ τὴν τελευτὴν εἴρητο, σαφὲς ἂν ἦν ὡς ἅπαντα ταῦτα τῷ νοσοῦντι κεχαρισμένως προσήκει πράττειν τὸν ἰατρόν, εἰσόδους, λόγους, σχῆμα τοῦ παντὸς σώματος, ἐσθῆτα, κουρὰν τριχῶν, ὀνύχων συμμετρίαν, ὀσμήν. ἐπί τε γὰρ εἰσόδων ἄλλη πρὸς ἄλλον ἐστὶ τῶν νοσούντων ἡ συμμετρία, καθότι πρόσθεν εἶπον, ἔν τε τοῖς λόγοις ὡσαύτως· οἱ μὲν γὰρ μυθολογοῦσι τοῖς ἰατροῖς ἥδονται, τινὲς δὲ ἀνιῶνται, καὶ τινὲς μὲν σεμνοῖς λόγοις, τινὲς δ' εὐτραπέλοις χαίρουσι. καὶ περὶ τῶν σχημάτων δὲ καὶ τῆς ἐσθῆτος ἀρτίως εἴρη|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
