Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.150
Not analysed yet
ται, τίνα τρόπον ἐστοχάσθαι χρὴ τῶν ἡδέων τῷ νοσοῦντι. κουρή. τῶν τριχῶν ἡ κουρὰ φύσει μὲν ἀρίστη γένοιτο ἄν, εἰ στοχάζοιτο τῆς κατὰ τὴν κεφαλὴν ὑγείας. ἄλλοις γὰρ ἄλλο προσήκει. τοῖς νοσοῦσι δὲ τὸ τῆς κουρᾶς εἶδος οὐ ταὐτὸν ἅπασιν ἡδύ. στοχάζεσθαι τοίνυν σε χρὴ καὶ τούτου πρὸς τὸν ἰατρευόμενον ἀποβλέποντα, καθάπερ ἐπ' Ἀντωνίνου τοῦ Κομμόδου πατρὸς ἐποίουν οἱ συνόντες ἅπαντες ἐν χρῷ κειρόμενοι. Λούκιος δὲ μιμολόγους αὐτοὺς ἀπεκάλει. καὶ διὰ τοῦτο πάλιν ἐκόμων οἱ μετ' ἐκείνου. ὄνυχες. πηλίκους εἶναι χρὴ τοὺς ὄνυχας τοῖς ἰατροῖς αὐτὸς ἐδίδαξεν ἐν τῷ Κατ' ἰητρεῖον, συνάπτων αὐτῶν τὴν συμμετρίαν ἡδεῖαν εἶναι τοῖς ὁρῶσι. περὶ δὲ τῶν ψώραν ἐχόντων ὀνύχων ἤ τι τοιοῦτον καθάπερ γε καὶ περὶ τῆς ἐν κεφαλῇ τῶν τριχῶν ἀλωπεκίας ἢ ὀφιάσεως οὐδὲ λόγου δεῖται. ταῦτα γὰρ ὡς ἤδη παρὰ φύσιν αἴσχιστόν ἐστιν ἔχειν ἰατρῷ, καθάπερ γε καὶ ἀρθρῖτιν ἰσχυρὰν ἤ τι τοιοῦτον ἕτερον.