# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.151

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.151

ὀδμή. καὶ τῆς | ὀδμῆς τοῦ σώματος ὅλου καὶ τοῦ στόματος ἡ μέν τίς ἐστιν ἐνίοις φύσει μοχθηρά, καθάπερ γε καὶ ἄλλοις τισὶν ἄμεμπτος, ἡ δ' ἐξ ἀμελείας ἐγγίνεται μηδὲν ἡγουμένων ἁμαρτάνειν τῶν ἰατρῶν, ἐὰν ἤτοι σκορόδων ἢ κρομύων ὄζοντες ἐπισκοπῶνται τοὺς νοσοῦντας. ἐπὶ δὲ Κοΐντου τοῦ κατὰ τοὺς πατέρας ἡμῶν ἰατρεύοντος ἐν Ῥώμῃ καὶ τοιοῦτό τι συνέβη· μετ' ἄριστον ἐπεσκέπτετό τινα τῶν πλουσίων τε καὶ πολὺ δυναμένων ἀνδρῶν ὄζων οἴνου σφοδρῶς. πυρέττων οὖν ἱκανῶς ὁ κάμνων ἅμα κεφαλαλγίαις καὶ διὰ τοῦτο μὴ φέρων τὴν ἐκ τοῦ οἴνου προσπίπτουσαν ὀσμὴν ἠξίου προσωτέρω χωρήσειν τὸν Κόϊντον, ἀνιᾶν γὰρ αὐτὸν ἐξόζοντα σφοδρῶς οἴνου. ταῦτα μὲν οὖν ὁ κάμνων ἐφαίνετο μετρίως λέγειν· ὁ Κόϊντος δ' ἀβελτέρως αὐτῷ προσενεχθεὶς ἐκέλευσεν ἀνέχεσθαι τῆς ὀσμῆς. καὶ γὰρ ἑαυτὸν ἔφη τοῦ κάμνοντος ἀνέχεσθαι πυρετοῦ ὄζοντος, εἶναι δ' οὐκ ἴσον ἢ πυρετὸν ἢ οἶνον ὀσμᾶσθαι. ἕτερον δ' ἰατρὸν ἐπὶ τῆς ἡμετέρας Ἀσίας οἶδα δυσώδεις ἔχοντα τὰς μάλας, |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
