# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.153

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.153

Ἐπὶ τίνων παθῶν ἢ τίνος ἕνεκα χρείας ἀφεψεῖν προσήκει τὸ ὕδωρ, εἴτ' οὖν ἅπαν εἴτε μόνον τὸ μοχθηρόν, οὐκ εἴρηται κατὰ τὴν ῥῆσιν, ὥστ' οὐδ' ὠφέλειά τις ἐξ αὐτῆς ἡμῖν ὑπάρχει. φαίνεται γὰρ ὥσπερ ἄλλα πολλὰ τοῦ ζητῆσαι χάριν, οὐ τοῦ συγγράψαι πρὸς ἔκδοσιν ὁ Ἱπποκράτης ἐν τούτοις τοῖς βιβλίοις ὑποτυπούμενος, οὕτως καὶ τοῦτον γράψας τὸν λόγον ἐλλιπῶς μὲν ἡμῖν, ἑαυτῷ δ' εἰς ἀνάμνησιν οὐκ ἐλλιπῶς. εἰ δὲ πρόβλημα θέντες εἶμεν ἡμῖν αὐτοῖς, εὑρεῖν <ἂν ἐπιχειροῖμεν> ὁποῖα τῶν ὑδάτων ἀφεψεῖν χρὴ πρότερον, εἶτα ψύξαντας πίνειν, εἴ γε δὴ ψυχρὰ πίνειν ἐθέλοιμεν αὐτά, καὶ κατὰ τοὐναντίον αὖ τίνα θερμὰ βουλόμενοι πίνειν, οὐχ ὁμοίως ἑψήσωμεν, ἀλλὰ τῷ μὲν ἐπίθεμα ποιήσαντες ἁρμόττον τῷ σκεύει, καθ' ὃ θερμαίνεται, τῷ δὲ μηδὲν ἐπιθέντες, ἀλλ' ἐπιτρέψαντες διὰ γυμνοῦ καὶ ἀστεγνώτου τοῦ ἀγγείου τὸ θερμαινόμενον ὕδωρ ὁμιλεῖν τῷ πέριξ ἀέρι· ζητήσωμεν δ' ἀκολούθως καὶ τίνα παθήματα δεῖται θερμῶν ἢ ψυχρῶν ὑδάτων. αὐτοὶ μέντοι τι χρήσιμον εὑρήσομεν, |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
