Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.154
Not analysed yet
οὐ μὴν ἐκ τῆς προκειμένης ῥήσεως εἰς τὴν εὕρεσιν ὠφεληθησόμεθα, τὴν ἀρχὴν γὰρ ὅλως οὐδὲν ἀποσαφεῖ. διὸ καὶ τινὲς μὲν αὐτὴν συνάπτουσι τῇ προγεγραμμένῃ, καθάπερ Ἀρτεμίδωρος ἐπικληθεὶς Καπίτων, οἱ πλεῖστοι δ' ἀποχωρίσαντες ἰδίᾳ σκοποῦνται μόνην. ἐὰν οὖν συνάπτηται τῇ προειρημένῃ, τοιόνδε τινὰ τὸν νοῦν ἕξει· αἱ τοῖσι κάμνουσι χάριτες οἷον τὸ καθαρείως δρῆν ἢ ποτὰ ἢ βρωτά, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν ὁ Ἱπποκράτης, εἶτ' ἐπὶ τῇ τελευτῇ· "καὶ τὸ ὕδωρ δὲ δοτέον αὐτοῖς ἐνίοτε ψυχρόν, ὅταν ἤτοι μηδ' ὅλως ἐλπίσωμεν ἐκ τῆς πόσεως αὐτοῦ γενήσεσθαί τινα βλάβην ἢ παντάπασιν ὀλίγην", εἶθ' ἑαυτῷ πρὸς ἀνάμνησιν, ὥς φασιν, ἐφεξῆς ἔγραψε τὸν τρόπον τῆς παρασκευῆς αὐτοῦ, τάχα μὲν οὐδέποτε βουλόμενος ἀπὸ πηγῆς ὕδωρ διδόναι πρὸ τοῦ θερμανθῆναι, τάχα δὲ διορισμόν τινα εὑρηκώς, οἷς τε χρὴ διδόναι θερμανθέν τε καὶ ψυχθέν, οἷς τε χωρὶς τοῦ θερμανθῆναι. τάχα δὲ τὸ μὲν ἄμεμπτον ὕδωρ ἄνευ τῆς ἑψήσεως, τὸ δὲ μοχθηρὸν ἑψήσας ἐβούλετο |